Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.261 Joseph. AJ 8.266 (English) >>Joseph. AJ 8.270

8.264ἐτελεύτησε δὲ βιώσας ἔτη πεντήκοντα καὶ ἑπτὰ βασιλεύσας δʼ αὐτῶν ἑπτακαίδεκα, τὸν τρόπον ἀλαζὼν ἀνὴρ καὶ ἀνόητος καὶ διὰ τὸ μὴ προσέχειν τοῖς πατρῴοις φίλοις τὴν ἀρχὴν ἀπολέσας· ἐτάφη δʼ ἐν Ἱεροσολύμοις ἐν ταῖς θήκαις τῶν βασιλέων. διεδέξατο δʼ αὐτοῦ τὴν βασιλείαν υἱὸς Ἀβίας ὄγδοον ἤδη καὶ δέκατον ἔτος Ἱεροβοάμου τῶν δέκα φυλῶν βασιλεύοντος. 8.265καὶ ταῦτα μὲν τοιοῦτον ἔσχε τὸ τέλος· τὰ δὲ περὶ Ἱεροβόαμον ἀκόλουθα τούτων ἔχομεν πῶς κατέστρεψε τὸν βίον διεξελθεῖν· οὗτος γὰρ οὐ διέλιπεν οὐδʼ ἠρέμησεν εἰς τὸν θεὸν ἐξυβρίζων, ἀλλὰ καθʼ ἑκάστην ἐπὶ τῶν ὑψηλῶν ὀρῶν βωμοὺς ἀνιστὰς καὶ ἱερεῖς ἐκ τοῦ πλήθους ἀποδεικνὺς διετέλει. 8.266

Ταῦτα δʼ ἔμελλεν οὐκ εἰς μακρὰν τἀσεβήματα καὶ τὴν ὑπὲρ αὐτῶν δίκην εἰς τὴν αὐτοῦ κεφαλὴν καὶ πάσης αὐτοῦ τῆς γενεᾶς τρέψειν τὸ θεῖον. κάμνοντος δʼ αὐτῷ κατʼ ἐκεῖνον τὸν καιρὸν τοῦ παιδός, ὃν Ὀβίμην ἐκάλουν, τὴν γυναῖκα αὐτοῦ προσέταξε τὴν στολὴν ἀποθεμένην καὶ σχῆμα λαβοῦσαν ἰδιωτικὸν πορευθῆναι πρὸς Ἀχίαν τὸν προφήτην· 8.267εἶναι γὰρ θαυμαστὸν ἄνδρα περὶ τῶν μελλόντων προειπεῖν· καὶ γὰρ περὶ τῆς βασιλείας αὐτῷ τοῦτον δεδηλωκέναι· παραγενομένην δʼ ἐκέλευσε περὶ τοῦ παιδὸς ἀνακρίνειν ὡς ξένην, εἰ διαφεύξεται τὴν νόσον. δὲ μετασχηματισαμένη, καθὼς αὐτῇ προσέταξεν ἀνήρ, ἧκεν εἰς Σιλὼ πόλιν· ἐκεῖ γὰρ διέτριβεν Ἀχίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.261 Joseph. AJ 8.266 (English) >>Joseph. AJ 8.270

Powered by PhiloLogic